Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.282 Joseph. BJ 5.288 (English) >>Joseph. BJ 5.294

5.286δεινὴ δὲ περὶ τὰς μηχανὰς συμπίπτει μάχη, τῶν μὲν ὑποπιμπράναι, τῶν δὲ κωλύειν βιαζομένων, κραυγή τε παρʼ ἀμφοτέρων ἀσήμαντος ἦν, καὶ πολλοὶ τῶν προαγωνιζομένων ἔπιπτον. 5.287Ἰουδαῖοι δʼ ὑπερεῖχον ἀπονοίᾳ, καὶ τῶν ἔργων ἥπτετο τὸ πῦρ, καταφλεγῆναί τʼ ἂν ἐκινδύνευσε πάντα μετὰ τῶν ὀργάνων, εἰ μὴ τῶν ἀπʼ Ἀλεξανδρείας ἐπιλέκτων ἀντέστησαν οἱ πολλοὶ παρὰ τὴν σφετέραν ὑπόληψιν ἀνδρισάμενοι· καὶ γὰρ τῶν ἐνδοξοτέρων διήνεγκαν κατὰ ταύτην τὴν μάχην· μέχρι Καῖσαρ τοὺς τῶν ἱππέων δυνατωτάτους ἀναλαβὼν ἐμβάλλει τοῖς πολεμίοις. 5.288καὶ δώδεκα μὲν αὐτὸς τῶν προμάχων

-- --

ἀναιρεῖ, πρὸς δὲ τὸ τούτων πάθος ἐγκλίνοντος τοῦ λοιποῦ πλήθους ἑπόμενος συνελαύνει πάντας εἰς τὴν πόλιν κἀκ τοῦ πυρὸς διασώζει τὰ ἔργα. 5.289συνέβη δʼ ἐν ταύτῃ τῇ μάχῃ καὶ ζωγρηθῆναί τινα τῶν Ἰουδαίων, ὃν Τίτος ἀνασταυρῶσαι πρὸ τοῦ τείχους ἐκέλευσεν, εἴ τι πρὸς τὴν ὄψιν ἐνδοῖεν οἱ λοιποὶ καταπλαγέντες. 5.290μετὰ δὲ τὴν ἀναχώρησιν καὶ Ἰωάννης τῶν Ἰδουμαίων ἡγεμὼν πρὸ τοῦ τείχους γνωρίμῳ τινὶ στρατιώτῃ διαλεγόμενος ὑπό τινος τῶν Ἀράβων κατὰ τοῦ στέρνου τοξεύεται καὶ παραχρῆμα θνήσκει, μέγιστον τοῖς τε Ἰδουμαίοις πένθος καὶ λύπην τοῖς στασιασταῖς ἀπολιπών· καὶ γὰρ κατά τε χεῖρα καὶ συνέσει διάσημος ἦν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.282 Joseph. BJ 5.288 (English) >>Joseph. BJ 5.294

Powered by PhiloLogic